Nom de la loi

Loi sur les provinces consulaires (pl. sc.)

Date

44 av. J.-C.

Thèmes

Sources

Per. Liv., 117
C. Octauius Romam ex Epiro uenit (eo enim illum Caesar praemiserat bellum in Macedonia gesturus) om<i>nibus que prosperis exceptus et nomen Caesaris sumpsit. In confusione rerum ac tumultu M. Lepidus pontificatum maximum intercepit. Et M. Antonius cos. Cum inpotenter dominaretur legemque de permutatione prouinciarum per uim tulisset et Caesarem quoque petentem, ut sibi aduersus percussores auunculi adesset, magnis iniuriis adfecisset, Caesar et sibi et rei p. uires aduersus eum paraturus deductos in colonia<s> ueteranos excitauit.
 - App., BC, 3, 27
ὁ δ᾽ Ἀντώνιος ἐς τὴν Ἰταλίαν τὸν στρατὸν ἐκ τῆς Μακεδονίας διενεγκεῖν ἐπενόει, καὶ προφάσεως ἄλλης ἐς τοῦτο ἀπορῶν ἠξίου τὴν βουλὴν ἀντὶ τῆς Μακεδονίας ἐναλλάξαι οἱ τὴν ἐντὸς Ἄλπεων Κελτικήν, ἧς ἡγεῖτο Δέκμος Βροῦτος Ἀλβῖνος, εἰδὼς μέν, ὅτι καὶ ὁ Καῖσαρ ἐκ τῆσδε τῆς Κελτικῆς ὁρμώμενος ἐκράτησε Πομπηίου, ὡς δὲ τὸν στρατὸν δόξων οὐκ ἐς τὴν Ἰταλίαν, ἀλλ᾽ ἐς τὴν Κελτικὴν μετακαλεῖν. ἡ δὲ βουλὴ τήνδε τὴν Κελτικὴν ἀκρόπολιν ἐπὶ σφίσιν ἡγουμένη ἐδυσχέραινέ τε καὶ τῆς ἐνέδρας τότε πρῶτον ᾔσθοντο καὶ τὴν Μακεδονίαν δόντες αὐτῷ μετενόουν. ἰδίᾳ τε αὐτῶν οἱ δυνατοὶ ἐπέστελλον τῷ Δέκμῳ τῆς ἀρχῆς ἐγκρατῶς ἔχεσθαι καὶ στρατὸν ἄλλον καὶ χρηματα ἀγείρειν, εἰ πρὸς Ἀντωνίου βιάζοιτο: οὕτως ἐδεδοίκεσάν τε καὶ ἐν ὀργῇ τὸν Ἀντώνιον εἶχον. ὁ δὲ ἀντὶ μὲν τῆς βουλῆς ἐπενόει τὸν δῆμον αἰτῆσαι νόμῳ τὴν Κελτικήν, ᾧ τρόπῳ καὶ ὁ Καῖσαρ αὐτὴν πρότερον εἰλήφει καὶ Συρίαν Δολοβέλλας ὑπογύως, ἐς δὲ φόβον τῆς βουλῆς τὴν στρατιὰν ἐς τὸ Βρεντέσιον ἐκέλευε Γαΐῳ τὸν Ἰόνιον περᾶν αὐτίκα.
 - App., BC, 3, 30
ταῦτα οἱ ταξίαρχοι ἀσπασάμενοι συνῆγον ἀμφοτέρους. οἱ δὲ ἐπεμέμφοντο ἀλλήλοις καὶ συνέβαινον ἐς φιλίαν. ὅ τε νόμος ὁ περὶ τῆς Κελτικῆς προυγράφετο αὐτίκα, ὀρρωδούσης πάνυ τῆς βουλῆς καὶ ἐπινοούσης, εἰ μὲν ὁ Ἀντώνιος αὐτὸν προβουλεύοι, κωλύειν προβουλευόμενον, εἰ δὲ ἀπροβούλευτον ἐς τὸν ο̂ῆμον ἐσφέροι, τοὺς δημάρχους ἐς κώλυσιν ἐπιπέμπειν. ἦσαν δ᾽ οἳ καὶ τὸ ἔθνος ὅλως ἐλευθεροῦν ἡγεμονίας ἠξίουν: οὕτως ἐδεδοίκεσαν ἀγχοῦ τὴν Κελτικὴν οὖσαν. ὁ δὲ Ἀντώνιος αὐτοῖς ἀντενεκάλει, εἰ Δέκμῳ μὲν αὐτὴν πιστεύουσιν, ὅτι Καίσαρα ἀπέκτεινεν, αὑτῷ δ᾽ ἀπιστοῦσιν, ὅτι οὐκ ἀπέκτεινε τὸν καταστρεψάμενον αὐτὴν καὶ κλίναντα ἐς γόνυ, ἀπορρίπτων ἤδη ταῦτα φανερῶς ἐς ἅπαντας ὡς ἐφηδομένους τοῖς γεγονόσιν. ἐλθούσης δὲ τῆς κυρίας ἡμέρας ἡ μὲν βουλὴ τὴν λοχῖτιν ἐνόμιζεν ἐκκλησίαν συλλεγήσεσθαι, οἱ δὲ νυκτὸς ἔτι τὴν ἀγορὰν περισχοινισάμενοι τὴν φυλέτιν ἐκάλουν, ἀπὸ συνθήματος ἐληλυθυῖαν. καὶ ὁ δημότης λεώς, ἀχθόμενος τῷ Ἀντωνίῳ, συνέπρασσεν ὅμως διὰ τὸν Καίσαρα ἐφεστῶτα τοῖς περισχοινίσμασι καὶ δεόμενον. ἐδεῖτο δὲ μάλιστα μέν, ἵνα μὴ Δέκμος ἄρχοι χώρας τε ἐπικαίρου καὶ στρατιᾶς ἀνδροφόνος ὢν τοῦ πατρός, ἐπὶ δὲ τούτῳ καὶ ἐς χάριν Ἀντωνίου συνηλλαγμένου. προσεδόκα δὲ ἄρα τι καὶ αὐτὸς ἀντιλήψεσθαι παρὰ Ἀντωνίου. διαφθαρέντων δὲ χρήμασι τῶν δημάρχων ὑπ᾽ Ἀντωνίου καὶ κατασιωπώντων ὁ νόμος ἐκυροῦτο, καὶ ὁ στρατὸς Ἀντωνίῳ μετ᾽ αἰτίας εὐπρεποῦς ἤδη τὸν Ἰόνιον ἐπέρα.
 - App., BC, 3, 37
γεγενημένων δὲ τῶνδε καὶ τῶν ἐχθρῶν ἕτερον στρατὸν ἀγειράντων, ἔδει μοι τοῦ περὶ τὴν Μακεδονίαν στρατοῦ καὶ προφάσεως ἠπόρουν. φήμη δὲ κατέσκηψε Γέτας Μακεδονίαν πορθεῖν. ἀπιστουμένης δὲ καὶ ταύτης καὶ τῶν ἐπισκεψομένων ἀπεσταλμένων, εἰσηγησάμην ἐγὼ περὶ τῆς δικτάτορος ἀρχῆς μὴ ἐξεῖναι μήτε εἰπεῖν μήτε ἐπιψηφίσαι μήτε λαβεῖν διδομένην: ᾧ δὴ μάλιστα ὑπαχθέντες ἔδοσάν μοι τὸν στρατόν. καὶ ἐγὼ τότε πρῶτον ἐμαυτὸν ἡγησάμην ἰσόπαλον εἶναι τοῖς ἐχθροῖς, οὐ τοῖσδε τοῖς φανεροῖς, ὡς οἴεται Καῖσαρ, ἀλλὰ τοῖς πλέοσί τε καὶ δυνατωτέροις καὶ ἀφανέσιν ἔτι εἶναι θέλουσι. ταῦτα δ᾽ ἐργασαμένῳ μοι ἕτερος τῶν σφαγέων ἔλειπεν ἐν πλευραῖς, Βροῦτος ὁ Δέκμος, ἡγούμενος καὶ ὅδε χώρας ἐπικαίρου καὶ στρατοῦ πολλοῦ: ὃν ἐγὼ καὶ θρασύτερον εἰδὼς τὴν Κελτικὴν ἀφῃρούμην, ἐς εὐπρέπειαν ἔτι τῆς βουλῆς Μακεδονίαν ὑπισχνούμενος ἀντιδώσειν, γυμνὴν στρατοῦ γενομένην. ἀγανακτούσης δὲ τῆς βουλῆς καὶ τὴν ἐνέδραν ἤδη καθορώσης καὶ ἴστε οἷα καὶ ὅσα Δέκμῳ πολλῶν γραφόντων καὶ ἐπαλειφόντων ἤδη τοὺς μετ᾽ ἐμὲ ὑπάτους, ἐγὼ θρασύτερον ἔτι τὸ μὲν ἔθνος, ἀντὶ τῆς βουλῆς, νόμῳ παρὰ τοῦ δήμου λαβεῖν ἐπενόησα, τὸν δὲ στρατὸν ἀπὸ τῆς Μακεδονίας ἐς τὸ Βρεντέσιον ἐπέρων ὡς χρησόμενος δὴ ἐς τὰ ἐπείγοντα. καὶ σὺν θεοῖς εἰπεῖν, χρησόμεθα, ὡς ἂν αἱ χρεῖαι καλῶσιν.
 - App., BC, 3, 31
τῶν δὲ δημάρχων τινὸς ἀποθανόντος, ἐς τὴν ἀντ᾽ αὐτοῦ χειροτονίαν ὁ Καῖσαρ συνέπρασσεν Φλαμινίῳ: καὶ ὁ δῆμος οἰόμενος αὐτὸν ἐπιθυμοῦντα τῆς ἀρχῆς διὰ τὸ νεώτερον τῆς ἡλικίας οὐ παραγγέλλειν, ἐπενόουν ἐν ταῖς χειροτονίαις δήμαρχον ἀποφῆναι τὸν Καίσαρα. ἡ δὲ βουλὴ τῆς αὐξήσεως ἐφθόνει καὶ ἐδεδοίκει, μὴ δημαρχῶν τοὺς φονέας τοῦ πατρὸς ἐπὶ τὸν δῆμον ἐς δίκην ἀπαγάγοι: Ἀντώνιός τε τῆς ἄρτι συγκειμένης πρὸς τὸν Καίσαρα φιλίας ὑπεριδών, εἴτε ἐς χάριν τῆς βουλῆς ἢ παρηγορίαν, ἀχθομένης τῷ περὶ τῆς Κελτικῆς νόμῳ, εἴτε ἀπ᾽ οἰκείας γνώμης, προύγραφεν ὡς ὕπατος μηδενὶ Καίσαρα ἐγχειρεῖν παρανόμως, ἢ χρήσεσθαι κατ᾽ αὐτοῦ παντὶ μέτρῳ τῆς ἐξουσίας. ἀχαρίστου δ᾽ ἐς τὸν Καίσαρα καὶ ὑβριστικῆς ἅμα ἐς αὐτὸν καὶ τὸν δῆμον τῆς προγραφῆς γενομένης, ὁ μὲν δῆμος διώργιστο καὶ φιλονικήσειν ἔμελλον ἐν ταῖς χειροτονίαις, ὥστε δεῖσαι τὸν Ἀντώνιον καὶ ἀνελεῖν τὴν χειροτονίαν, τοῖς ὑπολοίποις τῶν δημάρχων ἀρκούμενον: ὁ δὲ Καῖσαρ, ὡς σαφῶς ἐπιβουλευόμενος ἤδη, πολλοὺς περιέπεμπεν ἔς τε τὰς τοῦ πατρὸς ἀποικίδας πόλεις ἐξαγγέλλειν, ἃ πάσχοι, καὶ τὴν ἑκάστων γνώμην καταμανθάνειν: ἔπεμπε δὲ καὶ ἐς τὰ Ἀντωνίου στρατόπεδα ἐπιμίγνυσθαί τινας ἀγορὰν φέροντας καὶ ἐντυγχάνειν τοῖς θαρροῦσι μάλιστα καὶ ἐς τὸ πλῆθος διαρριπτεῖν ἀφανῶς βιβλία.
 - App., BC, 3, 49
καὶ τάδε μὲν ἦν ἀνὰ τὴν Ἰταλίαν, ἐν δὲ τῇ Κελτικῇ τὸν Δέκμον ὁ Ἀντώνιος ἐκέλευσεν ἐς Μακεδονίαν μετιέναι, πειθόμενόν τε τῷ δήμῳ καὶ φειδόμενον ἑαυτοῦ. ὁ δὲ ἀντέπεμπεν αὐτῷ τὰ παρὰ τῆς βουλῆς οἱ κεκομισμένα γράμματα, ὡς οὐχὶ διὰ τὸν δῆμον εἴκειν οἷ πρέπον ἢ διὰ τὴν βουλὴν Ἀντωνίῳ μᾶλλον. Ἀντωνίου δ᾽ αὐτῷ προθεσμίαν ὁρίζοντος, μεθ᾽ ἣν ὡς πολεμίῳ χρήσεται, μακροτέραν ὁ Δέκμος ἐκέλευεν ὁρίζειν ἑαυτῷ, μὴ θᾶσσον γένοιτο τῇ βουλῇ πολέμιος. καὶ ὁ Ἀντώνιος εὐμαρῶς ἂν αὐτοῦ κρατήσας ἔτι ὄντος ἐν πεδίῳ ἐπὶ τὰς πόλεις ἔκρινε προελθεῖν. αἱ δὲ αὐτὸν ἐδέχοντο. καὶ δείσας ὁ Δέκμος, μὴ οὐδ᾽ ἐσελθεῖν ἔς τινα αὐτῶν ἔτι δύνηται, πλάσσεται γράμματα τῆς βουλῆς καλούσης αὐτὸν ἐς Ῥώμην σὺν τῷ στρατῷ: καὶ ἀναζεύξας ἐχώρει τὴν ἐπὶ τῆς Ἰταλίας, ὑποδεχομένων αὐτὸν ὡς ἀπιόντα πάντων, μέχρι Μουτίνην παροδεύων, πόλιν εὐδαίμονα, τάς τε πύλας ἀπέκλειε καὶ τὰ τῶν Μουτιναίων ἐς τὰς τροφὰς συνέφερεν, ὑποζύγιά τε ὅσα ἦν κατέθυε καὶ ἐταρίχευε δέει, μὴ χρόνιος ἡ πολιορκία γένοιτο, καὶ τὸν Ἀντώνιον ὑπέμενε. στρατιὰ δ᾽ ἦν αὐτῷ μονομάχων τε πλῆθος καὶ ὁπλιτῶν τρία τέλη, ὧν ἓν μὲν ἦν ἀρτιστρατεύτων ἀνδρῶν ἔτι ἀπείρων, δύο δέ, ἃ καὶ πρότερον ὑπεστρατευμένα αὐτῷ πιστότατα ἦν. ὁ δ᾽ Ἀντώνιος ἐπελθὼν αὐτῷ σὺν ὀργῇ τὴν Μουτίνην ἀπετάφρευέ τε καὶ ἀπετείχιζε.
 - App., BC, 3, 55
καὶ τάδε μὲν περὶ τῶν χρημάτων: τὴν δὲ Κελτικὴν ἡγεμονίαν οὐκ ἐψηφισάμεθα μὲν ἡμεῖς Ἀντωνίῳ, ἔδωκε δὲ ὁ δῆμος νόμῳ, παρόντος αὐτοῦ Κικέρωνος, ᾧ τρόπῳ καὶ ἕτερα πολλάκις ἔδωκε καὶ τήνδε τὴν ἡγεμονίαν αὐτὴν Καίσαρι πάλαι. μέρος δ᾽ ἐστὶ τοῦ νόμου τὸν Ἀντώνιον, τὴν δεδομένην οἱ μετιόντα, Δέκμῳ μὴ παραχωροῦντι πολεμεῖν καὶ τὸν στρατὸν ἀντὶ Θρᾳκῶν οὐδὲν ἔτι κινουμένων ἐς τὴν Κελτικὴν ἐπὶ τὸν ἀντιλέγοντα. ἀλλὰ Κικέρων Δέκμον μὲν οὐχ ἡγεῖται πολέμιον, ἐναντία τῷ νόμῳ τιθέμενον ὅπλα, Ἀντώνιον δὲ πολέμιον, τῷ νόμῳ συμμαχοῦντα. εἰ δὲ αὐτὸν αἰτιᾶται τὸν νόμον, τοὺς θεμένους αἰτιᾶται: οὓς ἔδει μεταπείθειν, οὐχὶ συνθέμενον ὑβρίζειν, οὐδὲ τὴν χώραν Δέκμῳ μὲν πιστεύειν, ὃν ὁ δῆμος ἐδίωξεν ἐπὶ τῷ φόνῳ, Ἀντωνίῳ δὲ ἀπιστεῖν, ὅ τι ὁ δῆμος ἔδωκεν. οὐ γὰρ εὖ βουλευομένων ἐστὶ διαστασιάζεσθαι πρὸς τὸν δῆμον ἐν καιροῖς μάλιστα ἐπικινδύνοις οὐδὲ ἀμνημονεῖν, ὅτι καὶ τόδε αὐτὸ τοῦ δήμου πρότερον ἦν, τὸ κρίνειν τὰ φίλια καὶ πολέμια. μόνος γὰρ ἐκ τῶν πάλαι νόμων ὁ δῆμος αὐτοκράτωρ εἰρήνης πέρι καὶ πολέμου σκοπεῖν. ὧν μηδὲν ὁ δῆμος ἐπιστήσειε μηδὲ ἐπιμηνίσειεν ἡμῖν, προστάτου λαβόμενος.
 - App., BC, 3, 52
ἃ μὲν ἔδει γνῶναι περὶ Ἀντωνίου, ἐχθὲς ἔγνωμεν: οἷς γὰρ αὐτοῦ τοὺς ἐχθροὺς ἐτιμῶμεν, τούτοις ἐψηφιζόμεθα εἶναι πολέμιον. Σάλουιον δὲ τὸν μόνον ἐμποδὼν γινόμενον ἢ πάντων εἶναι χρὴ συνετώτερον ἢ φιλίᾳ τάδε πράσσειν ἢ τῶν ἐνεστώτων ἀμαθίᾳ. ὧν τὸ μὲν αἴσχιστόν ἐστιν ἡμῖν, εἰ δόξομεν ἀσυνετώτεροι πάντες ἑνὸς εἶναι, τὸ δὲ αὐτῷ Σαλουίῳ, εἰ φιλίαν τῶν κοινῶν προτιμῴη: ἀμαθῶς δ᾽ αὐτὸν ἔχοντα τῶν παρόντων ἔδει πιστεύειν ὑπάτοις ἀνθ᾽ ἑαυτοῦ καὶ στρατηγοῖς καὶ δημάρχοις τοῖς συνάρχουσιν αὐτῷ καὶ τοῖς ἄλλοις βουλευταῖς, οἳ τοσοίδε τὴν ἀξίωσίν τε καὶ τὸν ἀριθμὸν ὄντες διά τε ἡλικίαν καὶ ἐμπειρίαν ὑπὲρ τὸν Σάλουιον, καταγινώκομεν Ἀντωνίου. ἔστι δ᾽ ἔν τε χειροτονίαις καὶ δίκαις αἰεὶ τὸ πλέον δικαιότερον. εἰ δὲ καὶ νῦν ἔτι χρῄζει τὰς αἰτίας μαθεῖν, λελέξεται διὰ βραχέος, ὡς ἐν ἀναμνήσει, τὰ μέγιστα αὐτῶν. τὰ χρήματα ἡμῶν Καίσαρος ἀποθανόντος ἐσφετερίσατο Ἀντώνιος. Μακεδονίας ἄρχειν παρ᾽ ἡμῶν ἐπιτυχὼν ἐπὶ τὴν Κελτικὴν ὥρμησε χωρὶς ἡμῶν. τὸν στρατὸν ἐπὶ Θρᾷκας λαβὼν ἀντὶ Θρᾳκῶν ἐπήγαγεν ἡμῖν ἐς τὴν Ἰταλίαν. ἑκάτερα τούτων αἰτήσας ἡμᾶς ἐπ᾽ ἐνέδρᾳ καὶ οὐ λαβὼν ἔπραξε δι᾽ ἑαυτοῦ. σπεῖραν ἐν Βρεντεσίῳ βασιλικὴν συνέταξεν ἀμφ᾽ αὑτὸν εἶναι, καὶ φανερῶς αὐτὸν ἐν τῇ πόλει σιδηροφοροῦντες ἄνδρες ἐδορυφόρουν τε καὶ ἐνυκτοφυλάκουν ὑπὸ συνθήματι. ἦγεν ἐκ τοῦ Βρεντεσίου καὶ τὸν ἄλλον στρατὸν ἐς τὴν πόλιν ἅπαντα, συντομώτερον ἐφιέμενος ὧν ἐπενόει Καῖσαρ: Καίσαρος δὲ αὐτὸν τοῦ νέου σὺν ἑτέρῳ στρατῷ φθάσαντος ἔδεισε καὶ ἐς τὴν Κελτικὴν ἐτράπετο ὡς εὔκαιρον ἐφ᾽ ἡμῖν ὁρμητήριον, ὅτι καὶ ὁ Καῖσαρ ἐκεῖθεν ὁρμώμενος ἐδυνάστευσεν ἡμῶν.
 - App., BC, 3, 63
τοιάδε πολλὰ εἰπὼν ὁ Ἀντώνιος ἀντέγραφε τῷ δόγματι τῇ μὲν βουλῇ πεισθῆναι ἂν ἐς ἅπαντα ὡς πατρίδι, Κικέρωνι δὲ τῷ συγγράψαντι τὰς ἐντολὰς ὧδε ἀποκρίνεσθαι: ‘ὁ δῆμος ἔδωκέ μοι τὴν Κελτικὴν νόμῳ, καὶ Δέκμον ἀπειθοῦντα τῷ νόμῳ μετελεύσομαι καὶ τοῦ φόνου δίκας ἀπαιτήσω μόνον ὑπὲρ ἁπάντων, ἵνα καὶ ἡ βουλὴ καθαρεύσῃ ποτὲ τοῦ μύσους, ἐμπιπλαμένη νῦν διὰ Κικέρωνα Δέκμῳ βοηθοῦντα.’ τάδε μὲν ὁ Ἀντώνιος εἶπέ τε καὶ ἀντέγραψε, καὶ ἡ βουλὴ αὐτὸν αὐτίκα ἐψηφίζετο εἶναι πολέμιον καὶ τὸν ὑπ᾽ αὐτῷ στρατόν, εἰ μὴ ἀποσταῖεν αὐτοῦ: Μακεδονίας δὲ καὶ τῆς Ἰλλυρίδος αὐτῆς καὶ τῶν ἐν ἀμφοτέραις ὑπολοίπων στρατῶν Μᾶρκον Βροῦτον ἄρχειν, μέχρι κατασταίη τὰ κοινά. ὁ δὲ ἴδιόν τε εἶχεν ἤδη στρατὸν καὶ παρὰ Ἀπουληίου τινὰ προσειλήφει καὶ ναῦς εἶχε μακράς τε καὶ ὁλκάδας καὶ χρημάτων ἐς μύρια καὶ ἑξακισχίλια τάλαντα καὶ ὅπλα πολλά, ὅσα ἐν Δημητριάδι Γαΐῳ Καίσαρι ἐκ πολλοῦ γιγνόμενα εὗρεν: οἷς ἅπασιν αὐτὸν ἡ βουλὴ τότε ἐψηφίζετο ἐς τὰ συμφέροντα τῆς πατρίδος χρῆσθαι. ἐψηφίσαντο δὲ καὶ Κάσσιον ἄρχειν τε Συρίας καὶ πολεμεῖν Δολοβέλλᾳ: τούς τε ἄλλους, ὅσοι τινὸς ἔθνους ἢ στρατοῦ Ῥωμαίων ἄρχουσιν ἀπὸ τῆς Ἰονίου θαλάσσης ἐπὶ τὴν ἕω, πάντας ὑπακούειν ἐς ὅ τι προστάσσοι Κάσσιος ἢ Βροῦτος.
 - Cic., Phil., 5, 7-8
7. Hoc ne Cotylo quidem dicere auderet. Quid enim in eum non cadit qui, cuius acta se defendere dicit, eius eas leges peruertit quas maxime laudare poteramus ? Ille paludes siccare uoluit ; hic omnem Italiam moderato homini, L. Antonio, diuidendam dedit. Quid ? Hanc legem populus Romanus accepit ? Quid ? Per auspicia ferri potuit ? Sed augur uerecundus sine conlegis de auspiciis. Quamquam illa auspicia non egent interpretatione augurum ; Ioue enim tonante cum populo agi non esse fas quis ignorat ? Tribuni plebis tulerunt de prouinciis contra acta C. Caesaris : ille biennium, hi sexennium. Etiam hanc legem populus Romanus accepit ? Quid ? Promulgata fuit ? Quid ? Non ante lata quam scripta est ? Quid ? Non ante factum uidimus quam futurum quisquam est suspicatus ? Vbi lex Caecilia et Didia, 8. ubi promulgatio trinum nundinum, ubi poena recenti lege Iunia et Licinia ? Possuntne hae leges esse ratae sine interitu legum reliquarum ? Eccui potestas in forum insinuandi fuit ? Quae porro illa tonitrua, quae tempestas ! Vt, si auspicia M. Antonium non mouerent, sustinere tamen eum ac ferre posse tantam uim tempestatis, imbris, turbinum mirum uideretur. Quam legem igitur se augur dicit tulisse non modo tonante Ioue sed prope caelesti clamore prohibente, hanc dubitabit contra auspicia latam confiteri ?
 - Cic., Phil., 1, 19
Quae lex melior, utilior, optima etiam re publica saepius flagitata, quam ne praetoriae prouinciae plus quam annum neue plus quam biennium consulares obtinerentur ? Hac lege sublata uidenturne uobis posse Caesaris acta seruari ? Quid ? Lege, quae promulgata est de tertia decuria, nonne omnes iudiciariae leges Caesaris dissoluuntur ? Et uos acta Caesaris defenditis, qui leges eius euertitis ? Nisi forte, si quid memoriae causa rettulit in libellum, id numerabitur in actis et, quamuis iniquum et inutile sit, defendetur ; quod ad populum centuriatis comitiis tulit, id in actis Caesaris non habebitur.
 - Cic., Phil., 2, 109
At iste, qui senatu non egeret, neque desiderauit quemquam et potius discessu nostro laetatus est statimque illa mirabilia facinora effecit. Qui chirographa Caesaris defendisset lucri sui causa, is leges Caesaris, easque praeclaras, ut rem publicam concutere posset, euertit. Numerum annorum prouinciis prorogauit, idemque, cum actorum Caesaris defensor esse deberet, et in publicis et in priuatis rebus acta Caesaris rescidit. In publicis nihil est lege grauius, in priuatis firmissimum est testamentum. Leges alias sine promulgatione sustulit, alias ut tolleret, promulgauit.
 - Cic., Phil., 8, 27-28
27. Quid enim commisit umquam ? Num aut pecuniam publicam attigit aut hominem occidit aut secum habuit armatos ? Sed quid est, quod de iis laboret ? Postulat enim ne sua iudiciaria lex abrogetur. Quo impetrato quid est quod metuat ? An ne suorum aliquis a Cyda, Lysiade, Curio condemnetur ? Neque tamen nos urget mandatis pluribus ; remittit aliquantum et relaxat. « Galliam, inquit togatam remitto, comatam postulo » (otiosus uidelicet esse mauult) « cum sex legionibus, inquit, iisque suppletis ex D. Bruti exercitu », non modo ex dilectu suo, tamdiuque ut optineat, dum M. Brutus C. Cassius consules proue consulibus prouincias optinebunt. Huius comitiis Gaius frater (eius est enim annus) iam repulsam tulit. 28. « Ipse autem ut quinquennium, inquit, optineam ». At istud uetat lex Caesaris, et tu acta Caesaris defendis. Haec tu mandata, L. Piso, et tu, L. Philippe, principes ciuitatis, non dico animo ferre, uerum auribus accipere potuistis ? Sed, ut suspicor, terror erat quidam, nec uos ut legati apud illum fuistis nec ut consulares, nec uos uestram nec rei publicae dignitatem tenere potuistis.
 - Cic., Att., 15, 11, 4
Et heus tu ! Ne forte sis nescius, Dolabella me sibi legauit a. d. III Nonas. Id mihi heri uesperi nuntiatum est. Votiva ne tibi quidem placebat ; etenim erat absurdum, quae si stetisset res publica uouissem, ea me eversa illa uota dissoluuere. Et habent, opinor, liberae legationes definitum tempus lege Iulia nec facile addi potest. Aueo genus legationis ut, cum uelis, introire exire liceat ; quod nunc mihi additum est. Bella est autem huius iuris quinquenni licentia. Quamquam < quid de > quinquennio cogitem ? Contrahi mihi negotium videtur. Sed βλάσφμα mittamus.
 - Dio, 45, 9, 1-3
1. ὁρῶν οὖν ὁ Ἀντώνιος τὸν Καίσαρα αὐξανόμενον, ἐπεχείρησε δελεάσαι τὸ πλῆθος, εἴ πως ἐκείνου τε αὐτοὺς ἀποσπάσειε καὶ ἑαυτῷ προσποιήσειε, καὶ χώραν ἄλλην τε πολλὴν καὶ τὴν ἐν τοῖς ἕλεσι τοῖς Πομπτίνοις, ὡς κεχωσμένοις ἤδη καὶ γεωργεῖσθαι δυναμένοις, κληρουχηθῆναι διὰ Λουκίου Ἀντωνίου ἀδελφοῦ δημαρχοῦντος ἐσηγήσατο. 2. τρεῖς γὰρ οἱ ἀδελφοὶ οἱ Ἀντώνιοι οὗτοι ὄντες ἀρχὰς ἅμα πάντες ἔσχον, ὁ μὲν Μᾶρκος ὑπατεύων, ὁ δὲ Λούκιος δημαρχῶν, ὁ δὲ Γάϊος στρατηγῶν: ὅθεν οὐχ ἥκιστα ἠδυνήθησαν τοὺς μὲν τότε τῶν συμμάχων καὶ τῶν ὑπηκόων ἄρχοντας, πλὴν τῶν σφαγέων τῶν πλειόνων, ἄλλων τέ τινων οὓς πιστούς σφισιν ἐνόμιζον εἶναι, παῦσαι, 3. ἑτέρους δὲ ἀντ᾽ αὐτῶν ἀνθελέσθαι, καί τισιν ἐπὶ μακρότερον, παρὰ τὰ νενομοθετημένα πρὸς τοῦ Καίσαρος, ἄρχειν ἐπιτρέψαι, καὶ τὴν μὲν Μακεδονίαν τὴν τῷ Μάρκῳ ἐκ τοῦ κλήρου δεδομένην ὁ ἀδελφὸς αὐτοῦ Γάϊος σφετερίσασθαι, τὴν δὲ Γαλατίαν τὴν ἐντὸς τῶν Ἄλπεων, ᾗ ὁ Βροῦτος ὁ Δέκιμος προσετέτακτο, αὐτὸς ἐκεῖνος μετὰ τῶν στρατευμάτων τῶν ἐς τὴν Ἀπολλωνίαν προπεμφθέντων, ὡς καὶ ἰσχυροτάτην καὶ τοῖς στρατιώταις καὶ τοῖς χρήμασιν οὖσαν, ἀντιλαβεῖν.
 - Dio, 45, 20, 3
ποῦ γὰρ ἂν ἑκόντες ὑμεῖς τὰς μὲν παρὰ τοῦ Καίσαρος ἢ καὶ τοῦ κλήρου δοθείσας ἑκάστοις ἡγεμονίας κατελύσατε, τούτῳ δὲ ἐπετρέψατε τά τε ἄλλα πολλὰ τοῖς φίλοις καὶ τοῖς ἑταίροις διαδοῦναι, καὶ ἐς μὲν τὴν Μακεδονίαν τὸν ἀδελφὸν τὸν Γάιον πέμψαι, τὴν δὲ δὴ Γαλατίαν ἑαυτῷ μετὰ τῶν στρατευμάτων, οἷς οὐδὲν ὑπὲρ ὑμῶν χρήσασθαι εἶχε, προστάξαι;
 - Dio, 45, 22, 3
ἐγὼ μὲν γὰρ τοσούτου δέω ταῦτα ποιοῦντα αὐτὸν ἔννομόν τι καὶ πολιτικὸν πρᾶγμα φάναι πράττειν, ὥστε καὶ ὅτι τὴν τῆς Μακεδονίας ἀρχὴν τὴν ἐκ τοῦ κλήρου προσταχθεῖσαν αὐτῷ κατέλιπε, καὶ ὅτι τὴν τῆς Γαλατίας ἀρχὴν τὴν 4. μηδὲν αὐτῷ προσήκουσαν ἀνθείλετο, καὶ ὅτι στρατεύματα ἃ ὁ Καῖσαρ ἐπὶ τοὺς Πάρθους προύπεμψε, συλλαβὼν περὶ αὐτόν, μηδενὸς ἐν τῇ Ἰταλίᾳ δεινοῦ ὄντος, ἔχει, καὶ ὅτι τὴν πόλιν ἐν τῷ τῆς ὑπατείας χρόνῳ ἐκλιπὼν περιέρχεται τὴν χώραν πορθῶν καὶ λυμαινόμενος, πάλαι φημὶ.
 - Dio, 45, 34, 5
τίνος δέ, παρὸν αὐτῷ ἀκινδύνως οἴκοι μένειν, στρατεύεσθαι καὶ πολεμεῖν ἐπανῄρηται; διὰ τί, πολλῶν μηδὲ ἐς τὰς ἐπιβαλούσας αὐτοῖς ἀρχὰς βουληθέντων ἐξελθεῖν, οὗτος οὐχ ὅτι τῆς Γαλατίας οὐδὲν αὐτῷ προσηκούσης ἀντιποιεῖται, ἀλλὰ καὶ ἄκουσαν αὐτὴν βιάζεται;
 - Nic. Dam., Vit. Caes., 122
Καῖσάρ γε μὴν πεποιθὼς ἀδόλως γεγονέναι σφίσι τὰς διαλλαγὰς ἐφοίτα ὁσημέραι ἐπὶ τὴν οἰκίαν αὐτοῦ, ὥσπερ ἐχρῆν, ὑπάτου τε ὄντος καὶ πρεσβυτέρου καὶ ματρικοῦ φίλου, τήν τε ἄλλην πᾶσαν ἀπένεμε τιμήν, καθότι ὑπέσχετο, εἰς ὃ ᾽Αντώνιος τῆς δευτέρας ὑπῆρξεν αὖθις ἀδικίας τρόπωι τοιῶιδε. ἀλλαξάμενος Γαλατίαν ἐπαρχίαν πρὸς Μακεδονίαν μετεβίβαζε τὰς ἐν αὐτῆι δυνάμεις εἰς Ἰταλίαν• καὶ ἐπεὶ ἧκον, ἐξήιει ἐκ τῆς ῾Ρώμης ὑπαντησόμενος αὐταῖς ἄχρι Βρεντεσίου.
 - Vell., 2, 60, 5
Idem prouinciam D. Bruto, designato consuli, decretam Galliam occupare statuit, Dolabella transmarinas decreuit sibi; interque naturaliter dissimillimos ac diuersa uolentes crescebat odium; eoque C. Caesar iuuenis cotidianis Antonii petebatur insidiis.

Bibliographie

  • Ehrenwirth, U., Kritisch-chronologische Untersuchungen für die Zeit vom 1 Juni bis zum 9 Oktober 44 v. Chr., diss. Munich, 1972, 6-19
  • Magnino, D., Appiani bellorum ciuilium liber tertius, Florence,1984, 145-6 et 148-9
  • Rotondi, LPR, Milan, 1912, 432
  • Sternkopf, W., « Die Verteilung der römischen Provinzen vor dem Mutinensischen Kriege », Hermes 1912, 321-401, notamment 357-81

Commentaire

Sternkopf a montré de façon convaincante que tous ces textes se rapportent à une seule loi. Proposée par plusieurs tribuns (Cic., Phil., 5, 7Hoc ne Cotylo quidem dicere auderet. Quid enim in eum non cadit qui, cuius acta se defendere dicit, eius eas leges pervertit quas maxime laudare poteramus? Ille paludes siccare voluit; hic omnem Italiam moderato homini, L. Antonio, dividendam dedit. Quid? Hanc legem populus Romanus accepit? Quid? Per auspicia ferri potuit? Sed augur verecundus sine conlegis de auspiciis. Quamquam illa auspicia non egent interpretatione augurum; Iove enim tonante cum populo agi non esse fas quis ignorat? Tribuni plebis tulerunt de provinciis contra acta C. Caesaris: ille biennium, hi sexennium. Etiam hanc legem populus Romanus accepit? Quid? Promulgata fuit? Quid? Non ante lata quam scripta est? quid? Non ante factum vidimus quam futurum quisquam est suspicatus? ), parmi lesquels sans aucun doute L. Antonius (cf. Dio, 45, 9, 1-29.1. ὁρῶν οὖν ὁ Ἀντώνιος τὸν Καίσαρα αὐξανόμενον, ἐπεχείρησε δελεάσαι τὸ πλῆθος, εἴ πως ἐκείνου τε αὐτοὺς ἀποσπάσειε καὶ ἑαυτῷ προσποιήσειε, καὶ χώραν ἄλλην τε πολλὴν καὶ τὴν ἐν τοῖς ἕλεσι τοῖς Πομπτίνοις, ὡς κεχωσμένοις ἤδη καὶ [τε] γεωργεῖσθαι δυναμένοις, κληρουχηθῆναι διὰ Λουκίου Ἀντωνίου ἀδελφοῦ δημαρχοῦντος ἐσηγήσατο. 45.2. τρεῖς γὰρ οἱ ἀδελφοὶ οἱ Ἀντώνιοι οὗτοι ὄντες ἀρχὰς ἅμα πάντες ἔσχον, ὁ μὲν Μᾶρκος ὑπατεύων, ὁ δὲ Λούκιος δημαρχῶν, ὁ δὲ Γάιος στρατηγῶν·), elle fut votée entre le 1er et le 3 juin (cf. Cic., Phil., 2, 108-109108. Qui uero inde reditus Romam, quae perturbatio totius urbis! Memineramus Cinnam nimis potentem, Sullam postea dominantem, modo Caesarem regnantem videramus. Erant fortasse gladii, sed absconditi nec ita multi. Ista uero quae et quanta barbaria est! Agmine quadrato cum gladiis sequuntur; scutorum lecticas portari uidemus. Atque his quidem iam inveteratis, patres conscripti, consuetudine obduruimus. Kalendis Iuniis cum in senatum, ut erat constitutum, venire vellemus, metu perterriti repente diffugimus. 109. At iste, qui senatu non egeret, neque desideravit quemquam et potius discessu nostro laetatus est statimque illa mirabilia facinora effecit. Qui chirographa Caesaris defendisset lucri sui causa, is leges Caesaris easque praeclaras, ut rem publicam concutere posset, evertit. Numerum annorum provinciis prorogavit; idemque, cum actorum Caesaris defensor esse deberet, et in publicis et in privatis rebus acta Caesaris rescidit. In publicis nihil est lege gravius; in privatis firmissimum est testamentum. Leges alias sine promulgatione sustulit, alias ut tolleret promulgavit. Testamentum inritum fecit, quod etiam infimis civibus semper obtentum est. Signa, tabulas, quas populo Caesar una cum hortis legavit, eas hic partim in hortos Pompei deportavit, partim in villam Scipionis. ; Cic., Att., 15, 11, 4Et heus tu! Ne forte sis nescius, Dolabella me sibi legavit a. d. III Non. [Apriles]. Id mihi heri vesperi nuntiatum est. Votiva ne tibi quidem placebat; etenim erat absurdum, quae si stetisset res publica vovissem, ea me eversa illa vota dissolvere. Et habent, opinor, liberae legationes definitum tempus lege Iulia nec facile addi potest †adeo† genus legationis ut, cum velis, introire exire liceat; quod nunc mihi additum est. Bella est autem huius iuris quinquenni licentia. quamquam <quid de> quinquennio cogitem? Contrahi mihi negotium videtur. Sed βλάσφημα mittamus. ; Ehrenwirth, 14-16), sans promulgation et dans des conditions tout à fait exceptionnelles (Cic.; Per. Liu., ; App.). Elle créait pour les consuls M. Antonius et P. Cornelius Dolabella un commandement exceptionnel de 5 ans (cf. Cic., Att., 15, 11, 4Et heus tu! ne forte sis nescius, Dolabella me sibi legavit a. d. III Non. [Apriles]. Id mihi heri vesperi nuntiatum est. Votiva ne tibi quidem placebat; etenim erat absurdum, quae si stetisset res publica vovissem, ea me eversa illa vota dissolvere. Et habent, opinor, liberae legationes definitum tempus lege Iulia nec facile addi potest †adeo† genus legationis ut, cum velis, introire exire liceat; quod nunc mihi additum est. Bella est autem huius iuris quinquenni licentia. Quamquam <quid de>, quinquennio cogitem? Contrahi mihi negotium videtur. Sed βλάσφημα mittamus. et Cic., Phil., 8, 27 27 Quid enim commisit umquam? num aut pecuniam publicam attigit aut hominem occidit aut secum habuit armatos? Sed quid est quod de eis laboret? Postulat enim ne sua iudiciaria lex abrogetur. Quo impetrato quid est quod metuat? An ne suorum aliquis a Cyda, Lysiade, Curio condemnetur? Neque tamen nos urget mandatis pluribus; remittit aliquantum et relaxat. 'Galliam' inquit 'togatam remitto, comatam postulo' – otiosus videlicet esse mavolt – 'cum sex legionibus' inquit 'eisque suppletis ex D. Bruti exercitu,' non modo ex dilectu suo, tam diuque ut obtineat dum M. Brutus C. Cassius consules prove coss. provincias obtinebunt. Huius comitiis C. frater – eius est enim annus – iam repulsam tulit. 'Ipse autem ut quinquennium' inquit 'obtineam.' ; Cic., Phil., 5, 7Hoc ne Cotylo quidem dicere auderet. Quid enim in eum non cadit qui, cuius acta se defendere dicit, eius eas leges pervertit quas maxime laudare poteramus? Ille paludes siccare voluit; hic omnem Italiam moderato homini, L. Antonio, dividendam dedit. Quid? Hanc legem populus Romanus accepit? Quid? Per auspicia ferri potuit? Sed augur verecundus sine conlegis de auspiciis. Quamquam illa auspicia non egent interpretatione augurum; Iove enim tonante cum populo agi non esse fas quis ignorat? Tribuni plebis tulerunt de provinciis contra acta C. Caesaris: ille biennium, hi sexennium. Etiam hanc legem populus Romanus accepit? Quid? promulgata fuit? Quid? Non ante lata quam scripta est? Quid? Non ante factum vidimus quam futurum quisquam est suspicatus? a sexennium, mais la solution la plus économique est peut-être la correction quinquennium proposée par O. E. Schmidt : Cic. n'avait guère de raison de porter à 6 par un calcul inclusif (Niccolini, FTP, 348) un chiffre de 5 ans qui suffisait tout à fait aux besoins de sa polémique). Dolabella gardait la province de Syrie qu'il avait reçue du Sénat, mais Antoine, à la place de la Macédoine, recevait les deux Gaules, Cisalpine et Comata, gouvernées en 44 par D. Brutus et L. Munatius Plancus (Vell., App., Dio et Per. Liu., ne parlent que de la Cisalpine, Nic. Dam. de Γαλατία au singulier, mais cf. Cic., Phil., 1, 8Cumque intempesta nox esset mansissemque in villa P. Valeri, comitis et familiaris mei, postridieque apud eundem uentum exspectans manerem, municipes Regini complures ad me uenerunt, ex eis quidam Roma recentes: a quibus primum accipio M. Antoni contionem, quae mihi ita placuit ut ea lecta de reuersione primum coeperim cogitare. Nec ita multo post edictum Bruti adfertur et Cassi, quod quidem mihi, fortasse quod eos plus etiam rei publicae quam familiaritatis gratia diligo, plenum aequitatis uidebatur. Addebant praeterea – fit enim plerum- que ut ei qui boni quid uolunt adferre adfingant aliquid quo faciant id quod nuntiant laetius – rem conventuram: Kalendis senatum frequentem fore; Antonium, repudiatis malis suasoribus, remissis provinciis Galliis, ad auctoritatem senatus esse rediturum. ; Cic., Phil., 3, 38quodque prouinciam Galliam citeriorem, optimorum et fortissimorum amicissimorumque rei publicae civium, exercitumque in senatus potestate retineat, id eum exercitumque eius, municipia, colonias prouinciae Galliae recte atque ordine exque re publica fecisse et facere. Senatum ad summam rem publicam pertinere arbitrari a D. Bruto et L. Planco imperatoribus, consulibus designatis itemque a ceteris qui prouincias obtinent obtineri ex lege Iulia, quoad ex senatus consulto cuique eorum successum sit, eosque dare operam ut eae provinciae eique exercitus in senati populique Romani potestate praesidioque rei publicae sint. Cumque opera, virtute, consilio C. Caesaris summoque consensu militum ueteranorum, qui eius auctoritatem secuti rei publicae praesidio sunt et fuerunt, a grauissimis periculis populus Romanus defensus sit et hoc tempore defendatur;; Cic., Phil., 5, 37Huic tanto merito Bruti, patres conscripti, tantoque in rem publicam beneficio quis est tantus honos qui non debeatur? Nam si M. Antonio patuisset Gallia, si oppressis municipiis et coloniis imparatis in illam ultimam Galliam penetrare potuisset, quantus rei publicae terror impenderet? Dubitaret, credo, homo amentissimus atque in omnibus consiliis praeceps et deuius non solum cum exercitu suo sed etiam cum omni immanitate barbariae bellum inferre nobis, ut eius furorem ne Alpium quidem muro cohibere possemus. Haec igitur habenda gratia est D. Bruto qui illum, nondum interposita auctoritate vestra, suo consilio atque iudicio, non ut consulem recepit, sed ut hostem arcuit Gallia seque obsideri quam hanc urbem maluit. Habeat ergo huius tanti facti tamque praeclari decreto nostro testimonium sempiternum; Galliaque quae semper praesidet atque praesedit huic imperio libertatique communi merito vereque laudetur, quod se suasque uiris non tradidit, sed opposuit Antonio. et Cic., Phil., 8, 28At istud uetat lex Caesaris, et tu acta Caesaris defendis. Haec tu mandata, L. Piso, et tu, L. Philippe, principes civitatis, non dico animo ferre verum auribus accipere potuistis? Sed, ut suspicor, terror erat quidam: nec uos ut legati apud illum fuistis nec ut consulares, nec uos uestram nec rei publicae dignitatem tenere potuistis. Et tamen nescio quo pacto sapientia quadam, credo, quod ego non possem, non nimis irati reuertistis. Vobis M. Antonius nihil tribuit, clarissimis uiris, legatis populi Romani: nos quid non legato M. Antoni Cotylae concessimus? Cui portas huius urbis patere ius non erat, huic hoc templum patuit, huic aditus in senatum fuit, hic hesterno die sententias uestras in codicillos et omnia verba referebat, huic se etiam summis honoribus usi contra suam dignitatem uenditabant.). Il est probable que la loi a également disposé des légions stationnées en Macédoine, quatre d'entre elles étant attribuées à Antoine (cf. Cic., Fam., 12, 23, 2Rerum urbanarum acta tibi mitti certo scio. Quod ni ita putarem, ipse perscriberem, in primisque Caesaris Octauiani conatum. De quo multitudini fictum ab Antonio crimen uidetur, ut in pecuniam adulescentis impetum faceret; prudentes autem et boni uiri et credunt factum et probant. Quid quaeris? Magna spes est in eo; nihil est quod non existimetur laudis et gloriae causa facturus. Antonius autem, noster familiaris, tanto se odio esse intellegit ut cum interfectores suos domi comprenderit rem proferre non audeat. Itaque a. d. VII Id. Oct. Brundisium erat profectus obuiam legionibus Macedonicis quattuor, quas sibi conciliare pecunia cogitabat easque ad urbem adducere et in cervicibus nostris collocare. ; Nic. Dam., Vit. Caes., 30, 122Καῖσάρ γε μὴν πεποιθὼς ἀδόλως γεγονέναι σφίσι τὰς διαλλαγὰς ἐφοίτα ὁσημέραι ἐπὶ τὴν οἰκίαν αὐτοῦ, ὥσπερ ἐχρῆν, ὑπάτου τε ὄντος καὶ πρεσβυτέρου καὶ ματρικοῦ φίλου, τήν τε ἄλλην πᾶσαν ἀπένεμε τιμήν, καθότι ὑπέσχετο, εἰς ὃ ᾽Αντώνιος τῆς δευτέρας ὑπῆρξεν αὖθις ἀδικίας τρόπωι τοιῶιδε. ἀλλαξάμενος Γαλατίαν ἐπαρχίαν πρὸς Μακεδονίαν μετεβίβαζε τὰς ἐν αὐτῆι δυνάμεις εἰς Ἰταλίαν• καὶ ἐπεὶ ἧκον, ἐξήιει ἐκ τῆς ῾Ρώμης ὑπαντησόμενος αὐταῖς ἄχρι Βρεντεσίου. ; App., BC, 3, 27 Ὁ δ' Ἀντώνιος ἐς τὴν Ἰταλίαν τὸν στρατὸν ἐκ τῆς Μακεδονίας διενεγκεῖν ἐπενόει, καὶ προφάσεως ἄλλης ἐς τοῦτο ἀπορῶν ἠξίου τὴν βουλὴν ἀντὶ τῆς Μακεδονίας ἐναλλάξαι οἱ τὴν ἐντὸς Ἄλπεων Κελτικήν, ἧς ἡγεῖτο Δέκμος Βροῦτος Ἀλβῖνος, εἰδὼς μέν, ὅτι καὶ ὁ Καῖσαρ ἐκ τῆσδε τῆς Κελτικῆς ὁρμώμενος ἐκράτησε Πομπηίου, ὡς δὲ τὸν στρατὸν δόξων οὐκ ἐς τὴν Ἰταλίαν, ἀλλ' ἐς τὴν Κελτικὴν μετακαλεῖν. ἡ δὲ βουλὴ τήνδε τὴν Κελτικὴν ἀκρόπολιν ἐπὶ σφίσιν ἡγουμένη ἐδυσχέραινέ τε καὶ τῆς ἐνέδρας τότε πρῶτον ᾔσθοντο καὶ τὴν Μακεδονίαν δόντες αὐτῷ μετενόουν. ἰδίᾳ τε αὐτῶν οἱ δυνατοὶ ἐπέστελλον τῷ Δέκμῳ τῆς ἀρχῆς ἐγκρατῶς ἔχεσθαι καὶ στρατὸν ἄλλον καὶ χρήματα ἀγείρειν, εἰ πρὸς Ἀντωνίου βιάζοιτο· οὕτως ἐδεδοίκεσάν τε καὶ ἐν ὀργῇ τὸν Ἀντώνιον εἶχον. ὁ δὲ ἀντὶ μὲν τῆς βουλῆς ἐπενόει τὸν δῆμον αἰτῆσαι νόμῳ τὴν Κελτικήν, ᾧ τρόπῳ καὶ ὁ Καῖσαρ αὐτὴν πρότερον εἰλήφει καὶ Συρίαν Δολοβέλλας ὑπογύως, ἐς δὲ φόβον τῆς βουλῆς τὴν στρατιὰν ἐς τὸ Βρεντέσιον ἐκέλευε Γαΐῳ τὸν Ἰόνιον περᾶν αὐτίκα.). Les meilleurs arguments en faveur d'une loi unique sont le précédent de la loi Vatinia, et surtout le fait que, fin avril déjà, quand Antoine avait pensé saisir le Sénat de son projet, les deux principales mesures étaient déjà réunies (Cic., Att., 14, 4Numquid putas me Lanuvi? At ego te istic cottidie aliquid noui suspicor. Tument negotia. Nam cum Matius, quid censes ceteros? Equidem doleo, quod numquam in ulla civitate accidit, non una cum libertate rem publicam recuperatam. Horribile est quae loquantur, quae minitentur. Ac uereor Gallica etiam bella, ipse Sextus quo evadat. Sed omnia licet concurrant, Idus Martiae consolantur. Nostri autem ἥρωες quod per ipsos confici potuit gloriosissime et magnificentissime confecerunt; reliquae res opes et copias desiderant, quas nullas habemus. Haec ego ad te. Tu, si quid novi (nam cottidie aliquid exspecto), confestim ad me, et, si novi nihil, nostro more tamen ne patiamur intermitti litterulas. Equidem non committam.). Cic., dans les Phil., ne parle que de la durée du commandement, parce qu'elle lui permet de stigmatiser la violation d'une loi césarienne (cf. notice 458) à l'instigation d'Antoine. L'élimination de Dolabella, puis le triumvirat, ayant rendu caduc ce quinquennium, les historiens, inversement, n'ont retenu que le changement de la province d'Antoine, et particulièrement l'attribution de la Cisalpine, cause directe de la guerre de Modène. L'auteur de la per. livienne, lorsqu'il écrit M. Antonius, cum...legem de permutatione prouinciarum per uim tulisset, commet une simple inexactitude, en confondant l'instigateur de la loi et ses rogateurs (cf. Cic., Phil., 2, 109At iste, qui senatu non egeret, neque desiderauit quemquam et potius discessu nostro laetatus est statimque illa mirabilia facinora effecit. Qui chirographa Caesaris defendisset lucri sui causa, is leges Caesaris easque praeclaras, ut rem publicam concutere posset, evertit. Numerum annorum provinciis prorogauit; idemque, cum actorum Caesaris defensor esse deberet, et in publicis et in priuatis rebus acta Caesaris rescidit. In publicis nihil est lege grauius; in priuatis firmissimum est testamentum. Leges alias sine promulgatione sustulit, alias ut tolleret promulgauit. Testamentum inritum fecit, quod etiam infimis civibus semper obtentum est. Signa, tabulas, quas populo Caesar una cum hortis legavit, eas hic partim in hortos Pompei deportauit, partim in uillam Scipionis.: is [sc. Antoine] leges Caesaris euertit). Dion, dans les deux discours qu'il attribue à Cicéron et Q. Fufius Calenus, commet l'erreur de prétendre que les Gaules et les 4 légions auraient été attribuées à Antoine par un s.c. (Dio, 45, 25, 1-21 οὔκουν οὐδὲ τούτῳ προσέχειν προσήκει λέγοντι ‘ὑμεῖς γὰρ τὴν Γαλατίαν ἄρχειν ἐπετρέψατε, ὑμεῖς τὰ χρήματα τὰ κοινὰ διοικῆσαι ἐκελεύσατε, ὑμεῖς τὰ στρατεύματα τὰ ἐκ τῆς Μακεδονίας ἐδώκατε.’ 2 ἐψηφίσθη μὲν γὰρ ταῦτα οὕτως, εἴγε δεῖ τοῦτο εἰπεῖν, ἀλλὰ μὴ καὶ ὑπὲρ τούτου δίκην παρ' αὐτοῦ λαβεῖν, ὅτι ταῦθ' ὑμᾶς ἠνάγκασε γνῶναι· οὐ μέντοι καὶ τὸ τοὺς φυγάδας κατάγειν, οὐδὲ τὸ τοὺς νόμους παρεγγράφειν, οὐδὲ τὸ τὰς πολιτείας καὶ τὰς ἀτελείας πωλεῖν, οὐδὲ τὸ τὰ κοινὰ κλέπτειν, οὐδὲ τὸ τὰ τῶν συμμάχων ἁρπάζειν, οὐδὲ τὸ τὰς πόλεις κακουργεῖν, οὐδὲ τὸ τῆς πατρίδος τυραννεῖν ἐπιχειρεῖν ἐδώκατέ ποτε αὐτῷ.; Dio, 46, 23, 4ἀλλὰ ταῦτα μέν, ὥσπερ εἶπον, παραλείψω· οὔτε γὰρ ὀνομαστὶ τὰ πολλὰ αὐτῶν εἴρηται, οὔτ' Ἀντώνιος ὁ δυνάμενος ὑμᾶς ἀκριβῶς καθ' ἕκαστον ὧν πεποίηκε διδάξαι πάρεστι· περὶ δὲ δὴ τῆς Μακεδονίας τῆς τε Γαλατίας καὶ τῶν ἄλλων ἐθνῶν τῶν τε στρατοπέδων ὑμέτερα ἔστιν, ὦ πατέρες, ψηφίσματα, καθ' ἃ τοῖς τε ἄλλοις ὡς ἕκαστα προσετάξατε καὶ ἐκείνῳ τὴν Γαλατίαν μετὰ τῶν στρατιωτῶν ἐνεχειρίσατε. καὶ τοῦτο καὶ Κικέρων οἶδεν· παρῆν γάρ, καὶ πάντα γε αὐτὰ ὁμοίως ὑμῖν ἐψηφίζετο. et Dio, 46, 24, 3καὶ διὰ τοῦτό γε καὶ τὴν Γαλατίαν αὐτῷ ἀντὶ τῆς Μακεδονίας ἀντεδώκατε, ἵν' ἐνταῦθα ἐν τῇ Ἰταλίᾳ ὢν μήτε τι κακουργήσῃ καὶ τὸ προσταχθὲν εὐθὺς ὑφ' ὑμῶν ποιήσῃ.), mais le rôle du tr. pl. L. Antonius, pour cette loi aussi, ne paraît pas ignoré en Dio, 45, 91. ὁρῶν οὖν ὁ Ἀντώνιος τὸν Καίσαρα αὐξανόμενον, ἐπεχείρησε δελεάσαι τὸ πλῆθος, εἴ πως ἐκείνου τε αὐτοὺς ἀποσπάσειε καὶ ἑαυτῷ προσποιήσειε, καὶ χώραν ἄλλην τε πολλὴν καὶ τὴν ἐν τοῖς ἕλεσι τοῖς Πομπτίνοις, ὡς κεχωσμένοις ἤδη καὶ [τε] γεωργεῖσθαι δυναμένοις, κληρουχηθῆναι διὰ Λουκίου Ἀντωνίου ἀδελφοῦ δημαρχοῦντος ἐσηγήσατο. 2. τρεῖς γὰρ οἱ ἀδελφοὶ οἱ Ἀντώνιοι οὗτοι ὄντες ἀρχὰς ἅμα πάντες ἔσχον, ὁ μὲν Μᾶρκος ὑπατεύων, ὁ δὲ Λούκιος δημαρχῶν, ὁ δὲ Γάιος στρατηγῶν· ὅθεν οὐχ ἥκιστα ἠδυνήθησαν τοὺς μὲν τότε τῶν συμμάχων καὶ τῶν ὑπηκόων ἄρχοντας, πλὴν τῶν σφαγέων τῶν πλειόνων, ἄλλων τέ τινων οὓς πιστούς σφισιν ἐνόμιζον εἶναι, παῦσαι, 3. ἑτέρους δὲ ἀντ' αὐτῶν ἀνθελέσθαι, καί τισιν ἐπὶ μακρότερον, παρὰ τὰ νενομοθετημένα πρὸς τοῦ Καίσαρος, ἄρχειν ἐπιτρέψαι, καὶ τὴν μὲν Μακεδονίαν τὴν τῷ Μάρκῳ ἐκ τοῦ κλήρου δεδομένην ὁ ἀδελφὸς αὐτοῦ Γάιος σφετερίσασθαι, τὴν δὲ Γαλατίαν τὴν ἐντὸς τῶν Ἄλπεων, ᾗ ὁ Βροῦτος ὁ Δέκιμος προσετέτακτο, αὐτὸς ἐκεῖνος μετὰ τῶν στρατευμάτων <τῶν>, ἐς τὴν Ἀπολλωνίαν προπεμφθέντων, ὡς καὶ ἰσχυροτάτην καὶ τοῖς στρατιώταις καὶ τοῖς χρήμασιν οὖσαν, ἀντιλαβεῖν.. Sans l'abolir formellement, le s.c. du 20 décembre 44 adopté sur une motion de Cic. (Cic., Phil., 3, 37-3837. Quas ob res, quod tribuni plebis uerba fecerunt uti senatus Kalendis Ianuariis tuto haberi sententiaeque de summa re publica libere dici possint, de ea re ita censeo uti C. Pansa A. Hirtius, consules designati, dent operam uti senatus Kalendis Ianuariis tuto haberi possit. Quodque edictum D. Bruti, imperatoris, consulis designati, propositum sit, senatum existimare D. Brutum, imperatorem, consulem designatum, optime de re publica mereri, cum senatus auctoritatem populique Romani libertatem imperiumque defendat; 38. quodque provinciam Galliam citeriorem, optimorum et fortissimorum amicissimorumque rei publicae ciuium, exercitumque in senatus potestate retineat, id eum exercitumque eius, municipia, colonias prouinciae Galliae recte atque ordine exque re publica fecisse et facere. Senatum ad summam rem publicam pertinere arbitrari a D. Bruto et L. Planco imperatoribus, consulibus designatis itemque a ceteris qui prouincias obtinent obtineri ex lege Iulia, quoad ex senatus consulto cuique eorum successum sit, eosque dare operam ut eae prouinciae eique exercitus in senati populique Romani potestate praesidioque rei publicae sint. Cumque opera, uirtute, consilio C. Caesaris summoque consensu militum ueteranorum, qui eius auctoritatem secuti rei publicae praesidio sunt et fuerunt, a grauissimis periculis populus Romanus defensus sit et hoc tempore defendatur; ) niait la validité de cette loi.

Comment citer cette notice

Jean-Louis Ferrary. " Loi sur les provinces consulaires (pl. sc.)", dans Lepor. Leges Populi Romani, sous la dir. de Jean-Louis Ferrary et de Philippe Moreau. [En ligne]. Paris:IRHT-TELMA, 2007. URL : http://www.cn-telma.fr/lepor/notice36/. Date de mise à jour :26/12/14 .